Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,
  • εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.
  • οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων,
  • ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,
  • ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
  • ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,
  • αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·
  • σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
  • ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
  • τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.