Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  2. ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,
  3. εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.
  4. οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων,
  5. ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,
  6. ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
  7. ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,
  8. αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·
  9. σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
  10. ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
  11. τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
  12. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
  13. τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,
  14. υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.
  15. ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,
  16. ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
  17. τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν
  18. οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ