Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,
  2. οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.
  3. ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
  4. φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας.
  5. θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς·
  6. Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  7. ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,