Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,
  2. πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
  3. ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
  4. νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
  5. εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε
  6. οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
  7. πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,
  8. οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.
  9. ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
  10. φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας.
  11. θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς·