Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν
  2. ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ
  3. κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν
  4. πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ·
  5. δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
  6. χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα
  7. Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο·
  8. εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·
  9. τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.
  10. αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,
  11. δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου
  12. σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν
  13. εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι.
  14. ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ·
  15. τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.
  16. ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·