Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃσοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαινανεἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃνῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμουςεἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γεοὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.