Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
  • ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ
  • σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν
  • εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.
  • οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·
  • οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,
  • πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
  • ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
  • νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
  • εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε
  • οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
  • πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,