Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ξείνους ξεινίζειν, ὅς τίς κʼ ἐμὰ δώμαθʼ ἵκηται.
  2. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  3. εὖ δὴ ταῦτά γʼ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν
  4. Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
  5. ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ
  6. σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν
  7. εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.
  8. οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·
  9. οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,
  10. πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
  11. ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
  12. νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους