Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ
  • ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι
  • ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ
  • αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.
  • ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·
  • εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,
  • πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται
  • ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.
  • λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·