Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα,
  2. Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
  3. ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν
  4. μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·
  5. αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος
  6. πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.
  7. καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ ἀλάλησο,
  8. κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
  9. οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν
  10. κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
  11. ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα
  12. ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,
  13. ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ
  14. ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι
  15. ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ
  16. αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.
  17. ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·
  18. εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,
  19. πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται
  20. ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.
  21. λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·
  22. ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.
  23. ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.
  24. τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη·