ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα,Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισινμητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαοςπολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ ἀλάλησο,κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισινοὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσινκτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγαἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαιἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶαὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονταιἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.