Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,
  2. ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
  3. ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη
  4. ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·
  5. ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,
  6. ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.
  7. αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρον
  8. ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν
  9. κύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους
  10. Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
  11. ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων
  12. ἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους·
  13. τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.
  14. ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης,
  15. κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.
  16. τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης
  17. ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα,
  18. Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
  19. ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν
  20. μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·
  21. αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος
  22. πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.
  23. καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ ἀλάλησο,
  24. κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
  25. οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν
  26. κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
  27. ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα
  28. ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,
  29. ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ
  30. ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι
  31. ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ
  32. αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.
  33. ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·
  34. εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,
  35. πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται
  36. ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.
  37. λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·
  38. ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.
  39. ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.
  40. τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  41. ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·
  42. ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,
  43. ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
  44. σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη.
  45. ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν·
  46. δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.
  47. ἦ ῥα Διὸς θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης.
  48. τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
  49. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
  50. νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·
  51. γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον.
  52. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
  53. δὴ τότʼ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς
  54. ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.
  55. Νέστωρ δʼ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν·
  56. Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  57. ὡς ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε
  58. ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,
  59. ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ,
  60. οὔτʼ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.
  61. αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.
  62. οὔ θην δὴ τοῦδʼ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς
  63. νηὸς ἐπʼ ἰκριόφιν καταλέξεται, ὄφρʼ ἂν ἐγώ γε
  64. ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,
  65. ξείνους ξεινίζειν, ὅς τίς κʼ ἐμὰ δώμαθʼ ἵκηται.
  66. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  67. εὖ δὴ ταῦτά γʼ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν
  68. Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
  69. ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ
  70. σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν
  71. εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.
  72. οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·
  73. οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,
  74. πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
  75. ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
  76. νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
  77. εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε
  78. οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
  79. πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,
  80. οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.
  81. ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
  82. φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας.
  83. θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς·
  84. Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  85. ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,
  86. εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.
  87. οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων,
  88. ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,
  89. ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
  90. ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,
  91. αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·
  92. σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
  93. ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
  94. τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
  95. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
  96. τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,
  97. υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.
  98. ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,
  99. ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
  100. τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν
  101. οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
  102. ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·
  103. τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ
  104. εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.
  105. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
  106. οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
  107. τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,
  108. Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,
  109. τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  110. πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,
  111. ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·
  112. αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
  113. τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
  114. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  115. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,
  116. ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,
  117. οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,
  118. λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν
  119. Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·
  120. ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
  121. Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,
  122. σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο
  123. ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε
  124. Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.
  125. τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,
  126. πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.
  127. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  128. καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ,
  129. ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην,
  130. ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.
  131. ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα
  132. ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·
  133. εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν
  134. πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους·
  135. εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω
  136. ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.
  137. οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω
  138. δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι,
  139. ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.
  140. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦς
  141. ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης
  142. Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς
  143. ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,
  144. ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην,
  145. οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη
  146. ἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρ