ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντονἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺςἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρηἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρονἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξανκύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείουςΑἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων