Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλωνοἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπωννῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντονἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺςἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρηἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρονἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξανκύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείουςΑἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρωνἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους·τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης,κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστηςἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα,Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισινμητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαοςπολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ ἀλάλησο,κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισινοὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσινκτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγαἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαιἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶαὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·