Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·
  • ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,
  • ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων
  • οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,
  • πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,
  • Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων
  • νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.
  • ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,
  • ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.
  • ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον
  • ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ
  • ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
  • ἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,
  • κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.
  • ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,
  • ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
  • ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη
  • ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·
  • ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,
  • ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.
  • αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρον
  • ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν
  • κύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους
  • Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
  • ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων
  • ἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους·
  • τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.
  • ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης,
  • κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.
  • τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης
  • ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα,
  • Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
  • ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν