Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλωνοἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπωννῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντονἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺςἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρηἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·