Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.
  • ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,
  • δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην
  • κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,
  • τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
  • πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,
  • πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,
  • ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.
  • ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,
  • Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·
  • ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,
  • ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων
  • οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,
  • πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,
  • Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων
  • νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.
  • ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,
  • ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.
  • ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον
  • ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ
  • ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
  • ἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,
  • κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.
  • ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,
  • ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.