Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλεν
  2. Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.
  3. ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,
  4. δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην
  5. κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,
  6. τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
  7. πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,
  8. πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,
  9. ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.
  10. ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,
  11. Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·
  12. ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,
  13. ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων
  14. οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,
  15. πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,
  16. Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων
  17. νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.
  18. ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,
  19. ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.
  20. ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον
  21. ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ
  22. ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
  23. ἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,
  24. κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.
  25. ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,
  26. ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
  27. ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη
  28. ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·
  29. ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,
  30. ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.
  31. αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρον
  32. ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν
  33. κύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους
  34. Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
  35. ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων
  36. ἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους·
  37. τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.
  38. ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης,
  39. κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.
  40. τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης
  41. ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα,
  42. Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
  43. ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν
  44. μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·
  45. αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος
  46. πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.
  47. καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ ἀλάλησο,
  48. κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
  49. οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν
  50. κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
  51. ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα
  52. ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,
  53. ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ
  54. ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι
  55. ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ
  56. αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.
  57. ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·
  58. εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,
  59. πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται
  60. ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.
  61. λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·
  62. ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.
  63. ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.
  64. τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  65. ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·
  66. ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,
  67. ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
  68. σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη.
  69. ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν·
  70. δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.
  71. ἦ ῥα Διὸς θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης.
  72. τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
  73. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
  74. νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·
  75. γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον.
  76. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
  77. δὴ τότʼ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς
  78. ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.
  79. Νέστωρ δʼ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν·
  80. Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  81. ὡς ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε
  82. ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,
  83. ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ,
  84. οὔτʼ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.
  85. αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.
  86. οὔ θην δὴ τοῦδʼ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς
  87. νηὸς ἐπʼ ἰκριόφιν καταλέξεται, ὄφρʼ ἂν ἐγώ γε
  88. ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,
  89. ξείνους ξεινίζειν, ὅς τίς κʼ ἐμὰ δώμαθʼ ἵκηται.
  90. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  91. εὖ δὴ ταῦτά γʼ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν
  92. Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
  93. ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ
  94. σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν
  95. εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.
  96. οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·
  97. οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,
  98. πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
  99. ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
  100. νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
  101. εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε
  102. οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
  103. πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,
  104. οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.