ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη,εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμενἈτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψανκείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μινκλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλουςἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιοπόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν.ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲςδῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι·πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλενἈτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμηνκάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλωνοἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπωννῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντονἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺςἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρηἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρονἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν