τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη,εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμενἈτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψανκείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μινκλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλουςἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιοπόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν.ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲςδῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι·