Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  2. Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  3. ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.
  4. βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας
  5. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,
  6. ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων
  7. ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.
  8. ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ
  9. καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ
  10. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.
  11. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  12. Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·
  13. κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη
  14. φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.
  15. νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι
  16. Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων·