Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,
  2. ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;
  3. εἰ γάρ σʼ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,
  4. ὡς τότʼ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο
  5. δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί—
  6. οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,
  7. ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη—
  8. εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,
  9. τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.
  10. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·