Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
  2. καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ
  3. οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι·
  4. αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,
  5. τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,
  6. οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
  7. ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,
  8. πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.
  9. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  10. ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες,
  11. φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
  12. ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι·