Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
  • καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ
  • οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι·
  • αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,
  • τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,
  • οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
  • ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,
  • πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.