Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων
  2. πόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.
  3. τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσας
  4. Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο
  5. ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη
  6. οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.
  7. ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα
  8. κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο.
  9. ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι
  10. πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.
  11. εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους,
  12. οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,
  13. εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.
  14. πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους,
  15. οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα.
  16. Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,
  17. ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.
  18. ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν·
  19. ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι
  20. ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,
  21. Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
  22. καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,
  23. ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
  24. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  25. ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
  26. καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ
  27. οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι·
  28. αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,
  29. τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,
  30. οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
  31. ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,
  32. πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.
  33. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·