Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖν
  • δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν
  • τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.
  • ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκα
  • ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν
  • ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων
  • πόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.
  • τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσας
  • Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο
  • ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη
  • οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.
  • ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα
  • κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο.
  • ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι
  • πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.
  • εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους,
  • οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,
  • εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.
  • πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους,
  • οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα.
  • Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,
  • ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.
  • ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν·
  • ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι
  • ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,