κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντεςαὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκαἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον,σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσαςἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους.ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες,ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα.ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖνδεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαντέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκαἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸνἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρωνπόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσαςΤυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιοἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβηοὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδακείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο.ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισιπεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους,οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους,οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα.Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν·ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαιἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,