Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοιπάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπονμήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺςνόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης,οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥαλαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας,ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσινἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.