Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη.
  2. τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  3. Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ ἠβαιόν·
  4. τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι
  5. πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.
  6. ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο·
  7. εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.
  8. λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ·