ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖναπάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνωνἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντεςπαντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντηνἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺςπαντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γεκείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίηςἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺςοὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇφραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστονἈργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοιπάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπονμήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺςνόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης,οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥαλαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας,ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσινἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντεςἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖανκτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντεςαὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκαἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον,σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσαςἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους.ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες,ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα.ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖνδεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαντέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκαἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸνἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρωνπόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσαςΤυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιοἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβηοὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδακείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο.ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισιπεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους,οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους,οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα.Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν·ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαιἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.