ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτοςμαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς,ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖναπάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνωνἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντεςπαντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντηνἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺςπαντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γεκείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίηςἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺςοὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇφραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστονἈργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοιπάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπονμήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺςνόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης,οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥαλαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας,ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.