Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ
  • δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,
  • ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον
  • πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,
  • ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
  • μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.
  • ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς,
  • ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,
  • ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,
  • Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·
  • ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα
  • πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;
  • οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων
  • ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·
  • πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.
  • εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες
  • παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.
  • ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην
  • ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς
  • παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε
  • κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.
  • ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης
  • ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.
  • ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
  • οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,
  • ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ
  • φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.
  • αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
  • βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
  • καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον
  • Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι
  • πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον
  • μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.
  • ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.
  • τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,
  • μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,
  • οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,
  • μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.
  • ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς
  • νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης,
  • οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα
  • λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας,
  • ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,
  • νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·
  • οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.
  • ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν
  • ἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ
  • ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.
  • νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες
  • ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·
  • ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν
  • κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.
  • ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντες
  • αὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·
  • ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκα
  • ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.
  • ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,
  • οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον,
  • σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.
  • οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας
  • ἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,
  • αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·
  • αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,
  • φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.
  • φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους.
  • ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,
  • ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,
  • ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,
  • νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες,
  • ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα.