Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,
  2. αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;
  3. ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
  4. Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.
  5. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  6. ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,
  7. ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,
  8. τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.
  9. ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  10. παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·
  11. ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.
  12. τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
  13. Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε