Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.
  2. μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα
  3. θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.
  4. ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας
  5. ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος
  6. ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·
  7. ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,
  8. οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,
  9. ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.
  10. ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ
  11. πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,
  12. αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;
  13. ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
  14. Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.
  15. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  16. ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,
  17. ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,
  18. τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.
  19. ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  20. παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·
  21. ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.
  22. τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
  23. Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
  24. πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως
  25. κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
  26. ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
  27. ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
  28. ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
  29. βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,
  30. ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
  31. εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
  32. ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,
  33. ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ
  34. Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;
  35. μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,
  36. σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.
  37. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·
  38. Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
  39. μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·
  40. σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,
  41. ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.
  42. μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·
  43. ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,
  44. ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,
  45. ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
  46. στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
  47. λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·
  48. κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  49. μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  50. ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
  51. Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
  52. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
  53. μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
  54. αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
  55. ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  56. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
  57. νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
  58. ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
  59. ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
  60. μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
  61. καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
  62. καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
  63. ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.
  64. εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,
  65. πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,
  66. καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων
  67. ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.
  68. ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
  69. ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·
  70. τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε
  71. ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς
  72. ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.
  73. τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,
  74. πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι
  75. σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·
  76. οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα
  77. ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,
  78. ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.
  79. αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι
  80. βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·
  81. ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,
  82. σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας
  83. ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,
  84. αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε