Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.
  2. μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα
  3. θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.
  4. ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας
  5. ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος
  6. ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·
  7. ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,
  8. οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,
  9. ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.
  10. ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ
  11. πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,
  12. αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;
  13. ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
  14. Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.
  15. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  16. ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,
  17. ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,
  18. τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.
  19. ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  20. παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·
  21. ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.
  22. τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
  23. Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
  24. πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως
  25. κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
  26. ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
  27. ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
  28. ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου