Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ
  • χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον
  • φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.
  • ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,
  • μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,
  • χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων
  • τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.
  • ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
  • χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων
  • ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,
  • ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη
  • τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.
  • μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα
  • θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.
  • ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας
  • ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος
  • ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·
  • ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,
  • οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,
  • ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.
  • ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ
  • πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,
  • αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;
  • ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
  • Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.