Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει
- αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,
- ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,
- οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ
- χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον
- φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.
- ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,
- μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,
- χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων
- τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.
- ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
- χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων
- ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,
- ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη
- τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.
- μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα
- θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.
- ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας
- ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος
- ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·
- ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,
- οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,
- ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.
- ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ
- πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,
- αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;
- ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
- Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
- ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,
- ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,
- τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.
- ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
- παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·
- ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.
- τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
- Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
- πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως
- κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
- ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
- ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
- ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
- βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,
- ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
- εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
- ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,
- ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ
- Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;
- μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,
- σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.
- τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·
- Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
- μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·
- σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,
- ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.
- μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·
- ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,
- ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,
- ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
- στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
- λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·
- κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
- μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
- ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
- Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
- μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
- μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
- αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
- ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
- ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
- νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
- ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
- ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
- μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
- καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
- καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
- ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.
- εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,
- πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,
- καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων
- ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.
- ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
- ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·
- τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε
- ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς
- ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.
- τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,
- πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι
- σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·
- οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα
- ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,
- ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.
- αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι
- βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·
- ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,
- σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας
- ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,
- αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε
- τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,
- ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.
- οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο
- νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.
- ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,
- ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι
- τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·
- Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.
- αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,
- ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,
- στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς
- δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.
- αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,
- ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
- γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·
- αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ
- κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
- κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
- ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν
- σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·
- οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,
- οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων
- κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.
- τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
- ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,
- ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.
- ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,
- κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,
- ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται
- ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν
- ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,
- οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,
- κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ
- ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει
- θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
- ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης·
- οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν ἵκοντο
- καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸς
- Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν.
- ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη,
- ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον
- δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.
- ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα
- ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος.
- ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·
- ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω,
- δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·
- αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,
- αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,
- ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα.
- ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν.
- οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς
- ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.
- οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,
- οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε
- αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος
- ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.
- τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
- λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα
- ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας
- κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,
- χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν
- αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.
- τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς
- γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,
- στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.
- μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
- κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα
- εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
- ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
- ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
- πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.
- τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.
- ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·
- τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·
- ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν
- ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,
- οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,
- οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.
- ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ
- αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας
- λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.
- οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει,
- οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι
- εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.
- τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε,
- εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
- τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις;
- καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,
- εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπεν
- οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι,
- οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα
- εἰπεῖν ἠδʼ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον
- ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν
- ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.
- ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
- ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ
- ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος
- ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·
- εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε
- Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.
- τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
- ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,
- καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.
- χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,
- δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,
- δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
- τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,
- χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,
- τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων·
- ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,
- ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·
- δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·
- εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,
- τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε
- καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
- πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον
- σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,
- δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης
- ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου
- θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ
- κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·
- οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,
- κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,
- ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.
- καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
- τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
- ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σʼ ἤγαγε δεῦρο
- ἀντιθέους θʼ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας
- νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν;
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω.
- εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,
- υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·
- αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων
- πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·
- νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος.
- αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,
- ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,
- δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,
- δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,
- χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει
- μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν.
- ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·
- ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
- χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.
- τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη
- δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.
- κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·
- κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,
- ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
- ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.
- ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·
- μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,
- λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.
- τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·
- εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,
- σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,
- τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι
- οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
- ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην
- δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.
- εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν
- εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα
- παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν
- ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.
- ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,
- συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας
- δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος
- ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—
- ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.
- ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
- σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
- ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ
- εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
- αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
- ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·
- Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
- εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.
- νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες
- ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ
- πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
- ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·
- ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
- προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.
- ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
- οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
- εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
- ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.
- τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
- ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
- ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη
- ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,
- μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
- ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,
- ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων
- εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.
- τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·
- αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
- οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,
- ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,
- τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,
- τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν
- ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα
- πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.
- ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
- οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
- ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
- ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ
- ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος,
- ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν
- μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα
- ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.
- οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,
- ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς
- μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·
- ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς·
- δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες
- μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.
- ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας
- ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν
- οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί,
- οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
- καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,
- ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια
- νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
- ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;
- ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου.
- ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα
- δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,
- ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.
- ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·
- Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,
- μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.
- οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος
- μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος,
- ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,
- τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον
- πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·
- αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.
- αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
- τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε·
- παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,
- Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·
- τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·
- ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδʼ ἐμήσατʼ Ἀχαιούς·
- τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς
- ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δʼ ὤλεσε λαούς·
- τοὺς δʼ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʼ ἀρίστους,
- ἀλλʼ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι
- ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,
- ἴομεν· ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί·
- λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
- εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας
- τισόμεθʼ. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο
- ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.
- ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.
- ὣς φάτο δάκρυ χέων, οἶκτος δʼ ἕλε πάντας Ἀχαιούς.
- ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς
- ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,
- ἔσταν δʼ ἐν μέσσοισι· τάφος δʼ ἕλεν ἄνδρα ἕκαστον.
- τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·
- κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς
- ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα·
- αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ
- ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.
- ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος
- φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων
- θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
- ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.
- τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
- Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
- ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
- κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
- ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·
- οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,
- ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,
- οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,
- κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
- ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι.
- καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·
- μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ
- ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον·
- οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει
- πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο.
- αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
- ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
- τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·
- φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν
- ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.
- αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·
- ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
- εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
- ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
- τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;
- τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
- τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
- οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
- ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
- ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.
- ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,
- ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
- ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο
- ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων
- ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.
- ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
- βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
- οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,
- τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
- ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.
- ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·
- στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας·
- αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·
- οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον.
- ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,
- τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·
- ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον,
- καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.
- αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
- ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἄρχε δʼ Ὀδυσσεύς.
- τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη
- Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.