Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν
  2. ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται,
  3. ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν
  4. Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα.
  5. πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,
  6. ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων
  7. ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα,
  8. ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.