μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷκαὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶτεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρειαὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρχρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρονφάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντωντῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβονχεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάωνἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴητοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλαθῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησαςἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος