Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο
- τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν
- ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται,
- ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν
- Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα.
- πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,
- ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων
- ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα,
- ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.
- εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος
- καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
- Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
- τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο
- ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ
- ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
- ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ
- οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
- τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·
- Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ
- ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,
- οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες
- δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.
- ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν
- μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.
- ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,
- δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·
- τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,
- ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·
- νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
- τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο·
- ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
- ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι
- κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,
- μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης
- κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
- ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν
- παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.
- αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,
- κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν
- ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ
- δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.
- μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν
- ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει
- θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·
- καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,
- εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,
- Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
- ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
- ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν·
- μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν
- ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.
- ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί·
- ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος
- οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.
- Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
- θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας
- Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.
- ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ
- κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·
- ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ
- μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.
- καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ
- καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ
- τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,
- πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει
- αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,
- ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,
- οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ
- χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον
- φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.
- ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,
- μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,
- χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων
- τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.
- ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
- χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων
- ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,
- ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη
- τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.
- μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα
- θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.
- ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας
- ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος