οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇθρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησαςἈργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρκλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶμῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷκαὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶτεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρειαὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρχρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρονφάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντωντῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβονχεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάωνἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴητοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλαθῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησαςἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆοςζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ