ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί·ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντοςοἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇθρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησαςἈργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρκλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶμῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷκαὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶτεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρειαὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,