Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,
  2. μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.
  3. ὣς φάτʼ Ἀθηναίη, ὁ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ.
  4. ὅρκια δʼ αὖ κατόπισθε μετʼ ἀμφοτέροισιν ἔθηκεν
  5. Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
  6. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.