Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,
  2. ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.
  3. ὣς φάτʼ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν·
  4. τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,
  5. πάντα δʼ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης·
  6. πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.
  7. σμερδαλέον δʼ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,
  8. οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις.
  9. καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,
  10. κὰδ δʼ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.
  11. δὴ τότʼ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη·
  12. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  13. ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,
  14. μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.
  15. ὣς φάτʼ Ἀθηναίη, ὁ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ.
  16. ὅρκια δʼ αὖ κατόπισθε μετʼ ἀμφοτέροισιν ἔθηκεν
  17. Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
  18. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.