Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἤϋσεν φωνῇ, κατὰ ἔσχεθε λαὸν ἅπαντα.
- ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,
- ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.
- ὣς φάτʼ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν·
- τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,
- πάντα δʼ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης·
- πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.
- σμερδαλέον δʼ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,
- οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις.
- καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,
- κὰδ δʼ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.
- δὴ τότʼ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη·
- διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
- ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,
- μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.
- ὣς φάτʼ Ἀθηναίη, ὁ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ.
- ὅρκια δʼ αὖ κατόπισθε μετʼ ἀμφοτέροισιν ἔθηκεν
- Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
- Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.