Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εὐξάμενος δʼ ἄρʼ ἔπειτα Διὸς κούρῃ μεγάλοιο,
  2. αἶψα μάλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
  3. καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.
  4. ἡ δʼ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,
  5. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  6. ἐν δʼ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός,
  7. τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.