Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη
  2. εὐξάμενος δʼ ἄρʼ ἔπειτα Διὸς κούρῃ μεγάλοιο,
  3. αἶψα μάλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
  4. καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.
  5. ἡ δʼ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,
  6. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.