Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ
  2. οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.
  3. ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε·
  4. τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω·
  5. υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν.
  6. τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  7. ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων,