Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  2. ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ
  3. οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.
  4. ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε·
  5. τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω·
  6. υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν.