Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν.
  2. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  3. ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ
  4. οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.
  5. ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε·
  6. τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω·
  7. υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν.
  8. τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  9. ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων,
  10. εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,